DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
24

Λυγκεὺς δʼ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί· ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς Αἰνάτιδας καλουμένας ἀφύας, τῷ δὲ γλαυκίσκῳ τὸν ἔλοπα καὶ τὸν ὄρφον ἀντιπαρατιθεῖσα, πρὸς δὲ τὰς Ἐλευσινιακὰς ψήττας καὶ σκόμβρους καὶ εἴ τις ἄλλος παρʼ αὐτοῖς ἰχθὺς ἐπάνω τῇ δόξῃ τοῦ Κέκροπος γέγονεν ἀντιγεννήσασα τὸν ἀλώπεκα καλούμενον. ὃν τὴν Ἡδυπάθειαν γράψας παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι τὴν ὀψοφαγίαν. Ἀρχέστρατον λέγει τὸν τένθην Λυγκεύς, ὃς ἐν τῷ πολυθρυλήτῳ ποιήματι περὶ τοῦ γαλεοῦ λέγει οὕτως· ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν, ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα ὕστερον ἤδη πάσχʼ ὅτι σοι πεπρωμένον ἐστίν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License