DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
23

Κλέαρχος δʼ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί· διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν· ἅμα δʼ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς. διὸ λέγεται ἴδε πῦρ ἀφύη. Χρύσιππος δʼ φιλόσοφος ἐν τῷ περὶ τῶν διʼ αὑτὰ αἱρετῶν τὴν ἀφύην, φησί, τὴν ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθʼ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας, ὅτι τῶν παρʼ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε. ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις τὸ ἐνικόν· νῦν δʼ οὐδʼ ἀφύην κινεῖν δοκεῖς. Καλλίας Κύκλωψιν· πρὸς τῆς ἀφύης τῆς ἡδίστης. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι· ὥστʼ οὔτʼ ἀφύη νῦν ἔστιν ἁπλῶς. ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς· μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδʼ ἀφύδια.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License