DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
21

Κλείταρχος δʼ ἐν ἑβδόμῃ Γλωσσῶν οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα. καὶ Ἐρατοσθένης δʼ ἐν Ἑρμῇ φησιν· ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην περκάδα κίχλην δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν. ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών· Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατʼ, ἀλλὰ προσέστω μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν;
Kaibel Index Scriptorum
ARCHESTRATVS

CLITARCHVS
ERATOSTHENES
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License