DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
20

Θεόκριτος δʼ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων· καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον, ἐξ ἁλὸς ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα, σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν, ὃν λεῦκον καλέουσιν, γάρ θʼ ἱερώτατος ἄλλων, καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης ἔμπλεα. Διονύσιος δʼ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως· ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ τὸν ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον· ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος. τὸν δʼ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει· ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν, εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς. Καλλίμαχος δʼ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν· μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺν πέρκας ὅσα τʼ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης. ἐν δὲ τοῖς ἐπιγράμμασιν αὐτὸς ποιητής φησιν· ἱερὸς δέ τοι, ἱερὸς ὕκης. ἄλλοι δʼ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς ἱερὸν μένος Ἀλκινόοιο, τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License