DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
2

θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου Πλούταρχος κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη. λέγει δὲ οὕτως· τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή. τοῦ δʼ εἰπόντος καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρʼ αὑτῶν φέροντες πίνουσιν· ὡς δʼ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς συνοίκιά γʼ, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων. εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα βασίλεια καθάπερ ἐν τοῖς Χουσίν· εὐωχοῦνται μὲν γὰρ κατʼ ἰδίαν, παρέχει δὲ ταῦτα καλέσας ἐπὶ τὴν ἑστίασιν.
Kaibel Dialogi Personae
PLVTARCHVS

CYNVLCVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License