Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῴων ἠθῶν ὅπου ἂν ἀνθίας ᾖ, φησίν, οὐκ ἐστὶν θηρίον· ᾧ σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν. μνημονεύει δʼ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων· τὸν δʼ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα. Ἱκέσιος δʼ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον, ὑπὸ δʼ ἄλλων καλλιώνυμον· εἶναι δʼ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δʼ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν ἢ καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν· λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως· τόν τε πολυτίματον ἔλοπʼ, ὁ δʼ αὐτὸς χαλκὸς ὤνιος, ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο κατθέμειν αὐτῷ τέ οἱ καὶ τᾷ δάμαρτι θωτέρω. Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα.
Kaibel Dialogi Personae
|