DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
16

ΑΝΘΙΑΣ κάλλιχθυς· τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· καὶ σκιφίας χρόμις θʼ, ὃς ἐν τῷ ἦρι καττὸν Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι. λέγει δὲ Ἀνάνιος οὕτως· ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι, τῶν καλῶν δʼ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου. ἡδὺ δʼ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας· δέλφακος δʼ, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν· καὶ κυνῶν αὕτη τόθʼ ὥρη καὶ λαγῶν κἀλωπέκων· ὄιος αὖτʼ ὅταν θέρος τʼ κἠχέται βαβράζωσιν. εἶτα δʼ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ. βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν ἡδὺς κἠμέρης. τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License