DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
140

πεπληρωκότες τὴν περὶ ἰχθύων γενομένην τοῖς δειπνοσοφισταῖς ἀδολεσχίαν, Τιμόκρατες, αὐτοῦ τὸν λόγον καταπαύσαντες, εἰ μή τι καὶ ἄλλων σοι δεῖ βρωμάτων, παραθήσομέν σοι καὶ Εὔβουλος εἴρηκεν ἐν Λάκωσιν Λήδᾳ· πρὸς τούτοισιν δὲ παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων χορδαί τʼ ἐρίφων ἧπάρ τε κάπρου κριοῦ τʼ ὄρχεις χόλικές τε βοὸς κρανία τʼ ἀρνῶν νῆστις τʼ ἐρίφου γαστήρ τε λαγώ, φύσκη, χορδή, πνεύμων ἀλλᾶς τε. ἐμφορηθεὶς οὖν καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα εὐλόγως σιτεῖσθαι.
Kaibel Index Scriptorum
EVBVLVS

ARCHESTRATVS
NAVSICRATES
Kaibel Dialogi Personae
TIMOCRATI

Meineke Index Scriptorum
Eubulus

Archestratus
Nausicrates

Alignment

 

Digital Athenaeus Project     Creative Commons License