DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
139

ΨΗΤΤΑΙ. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δʼ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. Ἀριστοτέλης δʼ ἐν εʹ ζῴων μορίων γράφει· ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα. ἐν δὲ τῷ περὶ ζωικῶν σελάχη, φησί, βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος, βούγλωττος, ψῆττα, μῦς. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει· τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν. βουγλώσσους δʼ ὀνομάζει καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος. Λυγκεὺς δʼ Σάμιος ἐν ἐπιστολαῖς τὰς καλλίστας γίνεσθαί φησι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησιν· εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον .... περὶ Χαλκίδα κεδνήν. Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτης ἐν Ναυκλήροις· προειπὼν δὲ περὶ γλαύκου τοῦ ἰχθύος ἐπιφέρει· αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παιδεύεται· αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι. Β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν πήγνυσοχλος ῥόμβος.
Kaibel Dialogi Personae
TIMOCRATI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License