DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
138

ΘΡΑΙΤΤΑΙ. ἐπεὶ δʼ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατὰ τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ Ἀθηναίων ταυτὶ πεποίηκεν· ἀποδοῦναι δʼ ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τὸν τόκον καὶ Βάτραχον τὸν πάρεδρον τὸν ἐξ Ὠρεοῦ. ἐν τούτοις ἄν τις ζητήσειε ποίας θρᾴττας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ἐπεὶ οὖν ἰδίᾳ μοι συγγέγραπταί τι περὶ τούτου, αὐτὰ τὰ καιριώτατα νῦν λέξω. ἰχθύδιον οὖν ἐστιν ἀληθῶς θρᾷττα θαλάττιον. καὶ μνημονεύει αὐτοῦ Μνησίμαχος ἐν Ἱπποτρόφῳ· ποιητὴς δʼ ἐστὶν οὗτος τῆς μέσης κωμῳδίας· λέγει δʼ οὕτως· μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς. Δωρόθεος δʼ Ἀσκαλωνίτης ἐν τῷ ὀγδόῳ πρὸς τοῖς ἑκατὸν τῆς λέξεων συναγωγῆς θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως δʼ οὐδʼ ἔστι τὸ τῆς θρᾴττης ὄνομα παρὰ οὐδενὶ τῶν Ἀττικῶν. ὅτι δὲ θρᾷτταν ἔλεγον τὸ θαλάττιον ἰχθύδιον καὶ Ἀναξανδρίδης παρίστησιν ἐν Λυκούγρῳ λέγων οὕτως· καὶ συμπαίζειν κορακινιδίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων. καὶ Ἀντιφάνης ἐν Τυρρηνῷ· δήμου δʼ Ἁλαιεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι τὸ λοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι. Β. τί δῆτα τοῦτο; Α. θρᾷτταν ψῆττάν τινʼ μύραιναν κακόν τί μοι δώσει μέγα θαλάττιον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License