DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
136

ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν· ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας. τοὺς δʼ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης, ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δʼ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δʼ ἐν Κόλαξί φησιν· δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα. δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει· χρύσοφρυν ἐξʼ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δʼ αὐτὸν θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς, εἶθʼ ὅλον ὀπτήσας παράθες, κἂν δεκάπηχυς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License