DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
135

ΧΡΟΜΙΣ. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων· καὶ σκιφίας χρόμιός θʼ, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον ἰχθύων πάντων ἄριστος. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ· ὕκην κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δʼ ὀρφόν. καὶ Ἀρχέστρατος· τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων ἂν θέρος ᾖ) καὶ ἐν Ἀμβρακίᾳ.
Kaibel Index Scriptorum
ARCHESTRATVS
ARCHIPPVS
NVMENIVS
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License