Book 7
ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους. Νουμήνιος ἐν Ἁλιευτικῷ· χάννους τʼ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον. μνημονεύει δʼ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.
Kaibel Dialogi Personae
|