DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
133

ΦΑΛΡΟΣ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ἐμνημόνευσε δʼ αὐτοῦ καὶ Νουμήνιος ἐν τοῖς προκειμένοις Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν αὐτὸν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ φησίν· ἀόνες φάγροι τε καὶ λάβρακες. μνημονεύει δʼ αὐτῶν καὶ Μεταγένης ἐν Θουριοπέρσαις. Ἀμειψίας δʼ ἐν Κόννῳ· ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν. Ἱκέσιος δέ φησι· φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν· γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι· κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δʼ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησι Σειρίου ἀντέλλοντος δεῖν τὸν φάγρον ἐσθίειν· Δήλῳ τʼ Εἰρετρίᾳ τε κατʼ εὐλιμένους ἁλὸς οἴκους. τὴν κεφαλὴν δʼ αὐτοῦ μόνον ὠνοῦ καὶ μετʼ ἐκείνης οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδʼ εἰσενέγκῃς. μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ· πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας. καὶ ἐν Φιλοκτήτῃ· κᾆτʼ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς ὀψωνοῦσιν μεγάλους τε φάγρους καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη στρογγυλοπλεύρων. ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License