DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
131

ΥΕΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· ἦν δʼ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. λέγει δέ τινας καὶ ὕας διὰ τούτων· χαλκίδες θʼ ὕες τε ἱέρακές τε χὠ πίων κύων, εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. Νουμήνιος δʼ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις· κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε. καὶ Διονύσιος δʼ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δʼ ὀψοδαίδαλος· ἐν δʼ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν ἥδυσμʼ, ἀλλʼ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς, δριμὺ διεὶς ὄξος· κᾆτʼ ἔμβαπτʼ εὖ καὶ ἐπείγου οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων. τὴν λοφιὰν δʼ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα. μήποτʼ οὖν καὶ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ· ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License