DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
13

Ἀπολλόδωρος δʼ Καρύστιος ἐν Γραμματειδιοποιῷ· πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακόν ποτʼ τί τἀγαθὸν ἔστʼ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως ἡμᾶς κυλίνδουσʼ ὅντινʼ ἂν τύχῃ τρόπον; οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφʼ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας, αὐλουμένους. ωδει λέγʼ αὐτή, γλυκυτάτη, ἔλεγχʼ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. καὶ προελθών· οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον; ὅσῳ δʼ ἡδίονα τὰ πράγματʼ ἐν ταῖς πόλεσιν ἦν ἂν τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν· πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι ἐτῶν τριάκοντʼ, ἐξιέναι τοὺς δʼ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, κεραννύναι τὸν οἶνον Εὐβοεῖς. Β. τρυφὴ καὶ βίος ἀληθῶς. Α. ἀλλʼ ἀπαιδεύτῳ τύχῃ δουλεύομεν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Apollodorus
Philetaerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License