DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
129

ΤΡΑΧΟΥΡΟΙ. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ φησιν· ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον. ΤΑΥΛΩΠΙΑΣ. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ· καὶ νεαροῦ μεγάλου τʼ αὐλωπία ἐν θέρει ὠνοῦ κρανίʼ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετʼ αὐτοῦ. ὄπτα δʼ ἀμφʼ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Aristoteles
Diocles
Eupolis
Numenius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License