DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
128

ΤΑΙΝΙΑΙ. καὶ τούτων Ἐπίχαρμος μέμνηται· καὶ ταὶ φίνταται ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός. Μίθαικος δʼ ἐν Ὀψαρτυτικῷ ταινίαν, φησίν, ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον. πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ. ὅταν δʼ Εὔπολις ἐν Προσπαλτίοις λέγῃ· μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις, τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν, αἷς αἱ γυναῖκες περιδέονται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License