DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
127

ἐὰν δʼ ἐναποπνιγῇ τρίγλη ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνὴρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων. κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται. ὁμοίως δὲ οὐδὲ ὄρνις. δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι· κἀν Θάσῳ ὀψώνει τρίγλην κοὐ χείρονα λήψῃ ταύτης· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή· ἐν δʼ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις. Κρατῖνος δʼ ἐν Τροφωνίῳ φησίν· οὐδʼ Αἰξωνίδʼ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου. Ναυσικράτης δʼ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας ἐν Ναυκλήροις λέγων οὕτως· μετʼ αὐτῶν δʼ εἰσὶν ἐκπρεπεῖς φύσιν αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παιδεύεται· αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι. Β. τρίγλας λέγεις.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License