DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
124

Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ φησί· πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες. τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δʼ ἐν τοῖς ἰάμβοις εἰπόντος σηπίης ὑπόσφαγμα οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως· ὑπόσφαγμα δʼ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθοῖς. καὶ Γλαῦκος δʼ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὕτως γράφει· ὑπόσφαγμα δʼ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα. δὲ πολυμαθέστατος Ἀρχέστρατός φησιν· σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τʼ ἐνὶ μέσσῃ. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ἰχθὺς ἐώνηταί τις σηπίδιον· καὶ ἐν Δαναίσιν· ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια. Θεόπομπος Ἀφροδίτῃ· ἀλλʼ ἔντραγε τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ τὸ πουλυπόδειον. περὶ δὲ ἑψήσεως σηπιδίων Ἄλεξις ἐν Πονήρᾳ παράγει μάγειρον τάδε λέγοντα· σηπίαι τόσους δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ. τὸ δʼ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License