DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
123

ΣΗΠΙΑ. Ἀριστοφάνης Δαναίσι· καὶ ταῦτʼ ἔχοντα σηπίας καὶ πουλύπους. ὡς αἰτίας παραλήγουσα παροξύνεται, ὡς Φιλήμων ἱστορεῖ, ὁμοίως καὶ ταῦτα· παιδία, ταινία, οἰκία. τὴν σηπίαν δὲ Ἀριστοτέλης πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὸ στόμα. ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ. ἐν δὲ τῇ μύτιδι θολός ἐστιν· αὕτη δὲ κεῖται παρʼ αὐτὸ τὸ στόμα κύστεως τόπον ἐπέχουσα. ἐστὶ δʼ κοιλία πλακώδης καὶ λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δʼ αἱ μικραὶ σηπίαι τοῖς λεπτοῖς ἰχθυδίοις, ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμιὰς καὶ ταύταις θηρεύουσαι. λέγεται δʼ ὡς ὅταν χειμὼν γένηται τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε σηπία τὸν θολὸν ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δὲ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτήν· ἂν δʼ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δʼ σηπία, καθάπερ οὐδʼ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες νέουσιν ἅμα καὶ συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις· ἐφαρμόττουσιν δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσιν πρῶται τοῦ ἔαρος αἱ σηπίαι καὶ τίκτουσι πᾶσαν ὥραν καὶ κυίσκονται πεντεκαίδεκα ἡμέραις. ὅταν δὲ τέκωσι τὰ ᾠά, ἄρρην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ. βαδίζουσι δὲ κατὰ ζυγά. καί ἐστιν ἄρρην τῆς θηλείας ποικιλώτερός τε καὶ μελάντερος τὸν νῶτον.
Kaibel Index Scriptorum
ARISTOTELES

ARISTOPHANES
SPEVSIPPVS
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License