DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
121

ΣΚΙΑΙΝΑ. Ἐπίχαρμος Ἥβας γάμῳ· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τʼ, ἐνῆν δὲ σκιαθίδες. Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ ἐν τούτοις· τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἀρνευτὴν ἵππουρον ἠὲ φάγρον λοφίην, ὁτὲ δʼ ἀγρόμενον σκιαδῆα. ΣΥΑΓΡΙΔΕΣ. τούτων μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας γάμῳ καὶ ἐν Γᾷ καὶ Θαλάσσᾳ
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Epicharmus

Hicesius
Sophron
Speusippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License