DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
120

ΣΑΥΡΟΣ. τούτου μνημονεύει Ἄλεξις ἐν Λεύκῃ μάγειρος δʼ ἐστὶν λέγων· ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; Β. ἀλλʼ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βράγχια, πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ παράσχισον χρηστῶς διαπτύξας θʼ ὅλον τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς τυρῷ τε σάξον ἁλσί τʼ ἠδʼ ὀριγάνῳ. Ἔφιππος δʼ ἐν Κύδωνι πολλῶν καὶ ἄλλων ἰχθύων κατάλογον ποιούμενος καὶ τοῦ σαύρου μνημονεύει διὰ τούτων· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, κεφάλου, πέρκης, σαῦρος, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς. Μνησίμαχος δʼ ἐν Ἱπποτρόφῳ· τῶν καρχαριῶν νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ. ΣΚΕΠΙΝΟΣ. τούτου μνημονεύων Δωρίων ἐν τῷ περὶ ἰχθύων καλεῖσθαί φησιν αὐτὸν ἀτταγεινόν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License