DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
12

πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν· τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Φιλέταιρος Κυναγίδι τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν πλὴν ἡδέως ζῆν τὸν βίον καθʼ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν τοῦτʼ αὐτὸ τἀνθρώπειʼ ὁρῶντα πράγματα, εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅτι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ἕωλον ἔνδον τἀργύριον. καὶ ἐν Οἰνοπίωνι δὲ αὐτός φησιν· θνητῶν δʼ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω. οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις οὐδʼ ἐν νεκροῖσι πέττεται γαμήλιος.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Philetaerus

Apollodorus
Sophocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License