DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
119

ΣΥΝΟΔΟΝΤΕΣ καὶ ΣΥΝΑΓΡΙΣ. καὶ τούτων Ἐπίχαρμος μέμνηται· συναγρίδας μαζούς τε συνόδοντάς τʼ ἐρυθροποικίλους. Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ υ λέγων φησίν· λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε. καὶ πάλιν· τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἀρνευτὴν ἵππουρον. σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις· ἀτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε· Ἀντιφάνης δʼ ἐν Ἀρχιστράτῃ· τίς δʼ ἐγχέλειον ἂν φάγοι κρανίον σινόδοντος;
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License