DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
118

ΣΑΛΠΗ. Ἐπίχαρμος Ἥβας γάμῳ· ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δʼ ἐν τῷ θέρει. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης. λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν· σάλπην δὲ κακὸν μὲν ἔγωγε ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα ἐστὶ θεριζομένου σίτου. λαβὲ δʼ ἐν Μυτιλήνῃ αὐτήν. Παγκράτης δʼ ἐν ἔργοις θαλασσίοις· σάλπαι τʼ ἰσομήκεες ἰχθῦς, ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν, οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν. ἐστὶ δὲ ποικίλος ἰχθύς. ὅθεν καὶ τὸν Λοκρὸν Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δὲ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὴν τὰ παίγνια συνθεῖσαν. Ἄλκιμος δʼ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν σάλπης· ἐκήρυξεν βόαξ, σάλπης δʼ ἐσάλπιγξʼ ἕπτʼ ὀβολοὺς μισθὸν φέρων. γίνεται δʼ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ καλούμενος στρωματεύς, ῥάβδους ἔχων διʼ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License