DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
117

ΣΑΡΓΟΙ. οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων εἰσὶ τροφιμώτεροι. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν· κόσσυφον κίχλας ἁλιειδέας, ἄλλοτε δʼ ἄλλῃ σαργὸν ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ μορίων τίκτειν αὐτόν φησιν δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ· αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι ... ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει· ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ. ὁμοίως δὲ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶ σαργίνους διὰ τοῦτʼ αὐτοὺς καλῶν καὶ χαλκίδας. δὲ σοφὸς Ἀρχέστρατός φησιν· ἡνίκα δʼ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ, τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον, εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει· σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν. τὸν δʼ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας· τὴν ἀρετὴν γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License