DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
114

ΣΠΑΡΟΣ. τοῦτον Ἱκέσιος εὐχυλότερον μὲν εἶναι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ· αὐτὸς Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ· σπάρον ὕκας ἀγεληίδας. μνημονεύει δʼ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License