DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
112

ΡΙΝΗ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν· καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον πλατυνώτου λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπʼ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License