DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
111

ΡΑΦΙΔΕΣ. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε. Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων βελόνην αὐτὴν καλεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι. καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License