DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
11

περὶ δὲ τοῦ Ἐπικούρου Τίμων ἐν γʹ σίλλων φησί· γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν. ταύτης γὰρ ἕνεκεν ἀνὴρ καὶ τῆς ἄλλης τῆς κατὰ σάρκα ἡδονῆς ἐκολάκευεν καὶ Ἰδομενέα καὶ Μητρόδωρον. καὶ αὐτὸς δέ που Μητρόδωρος οὐκ ἀποκρυπτόμενος τὰς καλὰς ταύτας θέσεις φησίν· περὶ γαστέρα γάρ, φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν. Ἐπίκουρος γὰρ ἦν τούτων διδάσκαλος, ὃς καὶ βοῶν ἔλεγεν· ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν. κἀν τῷ περὶ τέλους δέ φησιν οὕτω πως· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς διʼ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς διʼ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατʼ ὄψιν ἡδείας κινήσεις. καὶ προελθών (φησι) λέγει· τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Epicurus
Metrodorus

Sophocles
Timon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License