Book 7
ΠΗΛΑΜΥΣ. Φρύνιχος ἐν Μούσαις μνημονεύει Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ. μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν· ἔνθʼ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάραυλος Ἑλλησποντίς, ὡραία θέρους τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.
Kaibel Dialogi Personae
|