DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
107

εἴδη δʼ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα· Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τʼ ἐριθακώδεες. Ἀρχέστρατος δέ φησι· πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος. Δωριεῖς δʼ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δʼ ἔφη· πώλυπον διζήμενος. Ἀττικοὶ δὲ πουλύπουν. ἐστὶ δὲ τῶν σελαχωδῶν· τὰ χονδρώδη δʼ οὕτω λέγεται· πουλύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ἐρίων φῦλα.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archestratus
Simonides

Aristoteles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License