DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
106

εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι Καλλιμάχου τοῦ Κυρηναίου ἐπίγραμμα οὕτως ἔχον· κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας. ἀλλὰ σὺ νῦν με, Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὥστʼ ἔργῳ τοὔνομα συμφέρεται, ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ, ὡς πάρος, (εἰμὶ γὰρ ἄπνους), τίκτηται νοτερῆς ὤεον ἁλκυόνης. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος. ἔγραψε δὲ καὶ Ποσείδιππος εἰς τὴν ἐν τῷ Ζεφυρίῳ τιμωμένην ταύτην Ἀφροδίτην τόδε τὸ ἐπίγραμμα· τοῦτο καὶ ἐν πόντῳ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου Κύπριδος ἱλάσκεσθʼ ἱερὸν Ἀρσινόης, ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρίτιδος ἀκτῆς πρῶτος ναύαρχος θήκατο Καλλικράτης. δὲ καὶ εὐπλοΐην δώσει καὶ χείματι μέσσῳ τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος. τοῦ πολύποδος μνημονεύει καὶ τραγικὸς Ἴων ἐν Φοίνικι λέγων· καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Ion
Posidippus

Aristoteles
Callimachus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License