DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
105

δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφʼ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ· ἐπαναστραφεὶς δʼ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων. ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων πολύπους, φησί, τις μὲν τρεψίχρως, δὲ ναυτίλος.
Kaibel Index Scriptorum
ARISTOTELES

CALLIMACHVS
THEOPHRASTVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Aristoteles

Callimachus
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License