DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
102

λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς ὅτι αὑτὸν κατεσθίει. ὧν εἷς ἐστι καὶ κωμῳδιοποιὸς Φερεκράτης. οὗτος γὰρ ἐν τοῖς ἐπιγραφομένοις Ἀγρίοις φησίν· ἐνθρύσκοισι καὶ βρακάνοις καὶ στραβήλοις ζῆν· ὁπόταν δʼ ἤδη πεινῶσιν σφόδρα ... ὡσπερεὶ τοὺς πουλύποδας .... νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους; καὶ Δίφιλος ἐν Ἐμπόρῳ· πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας. Β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε. τοῦτο δʼ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενος τοὺς πόδας ἀδικεῖται. λέγεται δʼ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις· πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη. ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί· πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχʼ ἥρως, τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License