DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
1

Ἐπιτελουμένου δὲ ἤδη τοῦ δείπνου τῶν Φαγησίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ Κύνουλκος ἔφη ἕως ἡμεῖς δειπνοῦμεν, Οὐλπιανέ, (λόγοις γὰρ ἑστιᾷ) προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια. καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας· οὐ συμπεριφέρομαι, σοφώτατε· ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον. καὶ ὃς εἰ χάριν ὁμολογήσεις μαθών, λέξω. ὁμολογήσαντος δʼ ἔφη· Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων (κρατῶ γὰρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ) οὑτωσί πως εἴρηκε· φαγήσια, οἳ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν· ἐξέλιπε δὲ αὕτη, καθάπερ τῶν ῥαψῳδῶν ἣν ἦγον ... καὶ τὴν τῶν Διονυσίων· ἐν παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν. ταῦτʼ εἶπεν Κλέαρχος. εἰ δʼ ἀπιστεῖς, ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι· ἀφʼ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων· καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν, ἀφʼ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.
Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License