DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
99

ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, δὲ Κύνουλκος ἔφη· ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφʼ ὧν ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι λόγους αὐτὸ μόνον καταβροχθίσας· ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας καὶ κατὰ τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν μήτʼ ἰσχὺν ἐντίθησι μήτʼ ἀποθνῄσκειν ἐᾷ· ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι· πεινῶσιν γὰρ Κύπρις πικρά, Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ. παρʼ οὗ σοφὸς Εὐριπίδης λαβὼν ἔφη· ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δʼ οὔ. πρὸς ὃν Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη· πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων, σὺ δέ, κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι· τροφὴ γὰρ ψυχῆς λόγοι καλοί. καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην Λεῦκε, ἔφη, κἂν ἐκφατνισματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν. καὶ Κύνουλκος εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης (οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον)· εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν, μικρὰς τίθημι συμβολὰς ἀκροώμενος κατὰ τὸν Μένανδρον διὸ παραχωρῶ σοι, γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως· πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα χρυσοῦ τε κἀλέφαντος, κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον.
Kaibel Dialogi Personae
CYNVLCVS
VLPIANVS

DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License