DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
98

τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους ; πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται· νιφέτω μὲν ἀλφίτοις, ψακαζέτω δʼ ἄρτοισιν, ὑέτω δʼ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω. ἀλλʼ γε Μεταγένης τάδε φησίν· μὲν ποταμὸς Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτομάτας μεμαγμένας, δʼ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε· τὰ δὲ μικρὰ ταυτὶ ποτάμιʼ ἐνμεντευθενὶ ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δʼ ἀλλᾶσι καὶ περικόμμασι, τῃδὶ δʼ ἀφύαισι, τῇδε δʼ αὖ ταγηνίαις. τεμάχη δʼ ἄνωθεν αὐτόματα πεπνιγμένα εἰς τὸ στόμʼ ᾄττει, τὰ δὲ παρʼ αὐτὼ τὼ πόδε. ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ. οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.
Kaibel Dialogi Personae
DEMOCRITVS

CYNVLCVS
Meineke Index Scriptorum
Metagenes

Aristophanes
Nicophon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License