DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
96

πρὸς τῆς Δήμητρος ὑμῖν, ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δʼ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετʼ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει τῶν δραμάτων ὡς ἐδιδάχθη· καὶ εἰ μὴ ἐνοχλῶ τι ὑμῖν (τῶν γὰρ κυνικῶν φροντὶς οὐδὲ σμικροτάτη), ἀπομνημονεύσω κατὰ τὴν τάξιν καὶ τὰ τοῖς ἄλλοις εἰρημένα ποιηταῖς· ὧν εἷς ἐστιν Ἀττικώτατος Φερεκράτης, ὃς ἐν μὲν τοῖς Μεταλλεῦσί φησιν· πλούτῳ δʼ ἐκεῖνʼ ἦν πάντα συμπεφυρμένα, ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα. ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη, ὥστʼ εὐμαρῆ γε καὐτομάτοις τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντʼ ἀντʼ ὀστράκων. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ· σχελίδες δʼ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθʼ ἀκροκώλια ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκειʼ ἐπεξανθισμένα χναυρότατα παρέκειτʼ ἐπʼ ἀμύλοις καθήμενα. παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι. Β. οἴμʼ ὡς ἀπολεῖς μʼ ἐνταῦθα διατρίβουσʼ ἔτι, παρὸν κολυμβᾶν ὡς ἔχω ʼς τὸν Τάρταρον. Α. τί δῆτα λέξεις, τἀπίλοιπʼ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστʼ ἠρτυμέναι περὶ τὸ στόμʼ ἐπέτοντʼ ἀντιβολοῦσαι καταπιεῖν, ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλʼ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐθενὸς πεφυκότα. κόραι δʼ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. καὶ τῶνδʼ ἑκάστοτʼ εἰ φάγοι τις πίοι, διπλάσιʼ ἐγίνετʼ εὐθὺς ἐξ ἀρχῆς πάλιν.
Kaibel Index Scriptorum
PHERECRATES

Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Pherecrates

Alignment

 

Digital Athenaeus Project     Creative Commons License