DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
95

βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι· λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον· εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. γῆ δʼ ἔφερʼ οὐ δέος οὐδὲ νόσους, ἀλλʼ αὐτόματʼ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασʼ ἔρρει χαράδρα, μᾶζαι δʼ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δʼ ἰχθύες οἴκαδʼ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντʼ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δʼ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων· ὑποτριμματίων δʼ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν, ὥστʼ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθʼ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δʼ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα, ὀπταὶ δὲ κίχλαι μετʼ ἀμητίσκων εἰς τὸν φάρυγʼ εἰσεπέτοντο· τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δʼ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.
Kaibel Index Scriptorum
TELECLIDES

CRATES
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Teleclides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License