DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
94

οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται· Κρατῖνος μὲν ἐν Πλούτοις· οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δʼ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. Κράτης δʼ ἐν Θηρίοις· ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετʼ οὐδὲ δούλην, ἀλλʼ αὐτὸς αὑτῷ δῆτʼ ἀνὴρ γέρων διακονήσει; Β. οὐ δῆθʼ· ὁδοιποροῦντα γὰρ τὰ πάντʼ ἐγὼ ποιήσω. Α. τί δῆτα τοῦτʼ αὐτοῖς πλέον; Β. πρόσεισιν αὔθʼ ἕκαστον τῶν σκευαρίων, ὅταν καλῇ τι· παρατίθου τράπεζα· αὕτη παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε. ἔγχει κύαθε. ποὖσθʼ κύλιξ; διάνιζʼ ἰοῦσα σαυτήν. ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα. ἰχθύ, βάδιζʼ. ἀλλʼ οὐδέπω ʼπὶ θάτερʼ ὀπτός εἰμι. οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων; ἑξῆς δὲ μετὰ ταῦτα τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν· ἀλλʼ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου, ἀπὸ τῆς θαλάττης, ὥσθʼ ἑκάστῳ ῥεύσεται εἰς τὴν πύελον· ἐρεῖ δὲ θὔδωρ ἀνέχετε. εἶτʼ ἁλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος σπόγγος τε καὶ τὰ σάνδαλα.
Kaibel Index Scriptorum
CRATES

CRATINVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Crates
Cratinus
Herodotus
Teleclides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License