DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
91

μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν· ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ καλὸς Ἡρόδοτος ἱστόρησε περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. Νικόλαος δʼ περιπατητικὸς καὶ Ποσειδώνιος στωικὸς ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵνʼ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν· οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. μήποτʼ οὖν διὰ ταῦτα καὶ παροιμία Χῖος δεσπότην ὠνήσατο, κέχρηται Εὔπολις ἐν Φίλοις
Kaibel Dialogi Personae
DEMOCRITVS
Meineke Index Scriptorum
Eupolis
Hyperides
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License