DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
9

ἐμφανίζει δʼ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ τὸ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων· εἶτʼ οὐ σοφοὶ δῆτʼ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; Β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν οὐκ ἂν γένοιτο. Α. μετά γε μαίας νὴ Δία· αὗται δʼ ὑπερβάλλουσι. Β. μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτʼ ἐστίν. Α. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν .... Β. μετά γε τοὺς τραπεζίτας· ἔθνος τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.
Kaibel Index Scriptorum
ANTIPHANES
POSIDONIVS

ALEXIS
DIPHILVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Antiphanes
Diphilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License