DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
88

πρώτους δʼ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἑβδόμῃ καὶ δεκάτῃ τῶν ἱστοριῶν· Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις ... Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἳ μὲν εἵλωτας, οἳ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες. μὲν οὖν Θεόπομπος ταῦθʼ ἱστόρησεν· ἐγὼ δὲ τοῖς Χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον· χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ τάδʼ ἱστορεῖ περὶ αὐτῶν· τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος. μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ ὃν μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος. καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπʼ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους Δρίμακος (τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτῃ) λέγει πρὸς αὐτοὺς τάδε· ὑμῖν, Χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γὰρ ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλʼ ἐὰν ἐμοὶ σπείσησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Nymphodorus

Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License