DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
83

ἐπεὶ δὲ καὶ τοῦτʼ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, καὶ τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν· οὐ γὰρ ἦν τότʼ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ δοῦλος, ἀλλʼ αὐτὰς ἔδει μοχθεῖν ἅπαντʼ ἐν οἰκίᾳ. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία, ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας. καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν· οὐκ ἔστι δούλων, ὦγάθʼ, οὐδαμοῦ πόλις, τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτʼ εἰς τρίτην ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Anaxandrides
Pherecrates

Alignment

 

Digital Athenaeus Project     Creative Commons License