DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
81

τοσαῦτα τοῦ Δημοκρίτου εἰπόντος καὶ πιεῖν αἰτήσαντος ἐν τῷ Σαυρία βομβυλιῷ Οὐλπιανὸς ἔφη· καὶ τίς Σαυρίας οὗτος; καὶ μέλλοντος ἀπεραντολογίας πολλὰς διεξιέναι παρεφάνη πλῆθος οἰκετῶν τὰ πρὸς τὴν ἐδωδὴν εἰσκομίζοντες. περὶ ὧν πάλιν Δημόκριτος κατὰ τὸ ἀκόλουθον ἔφη· ἀεί ποτε ἐγώ, ἄνδρες φίλοι, τεθαύμακα τὸ τῶν δούλων γένος ὥς ἐστιν ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ φόβον ἀλλὰ καὶ κατὰ διδασκαλίαν, οὐ τὴν ἐν Δουλοδιδασκάλῳ Φερεκράτους, ἀλλὰ ἐθισθέντες· οὐχ ὡς ἀπειρημένου τοῦ τοιούτου, καθάπερ ἐν Κῷ τῇ νήσῳ, ὅταν τῇ Ἥρᾳ θύωσι· φησὶ γὰρ Μακαρεὺς ἐν τῇ τρίτῃ Κῳακῶν, ὅτι ὁπόταν τῇ Ἥρᾳ θύωσιν οἱ Κῷοι οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων· καὶ Ἀντιφάνης δʼ ἐν Δυσπράτῳ φησίν· ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. Ἐπικράτης δʼ ἐν Δυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα· τί γὰρ ἔχθιον παῖ παῖ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτʼ ἀγενείῳ μειρακυλλίῳ τινί, τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. δὲ χολᾶν ποιεῖ, γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ ἡμῶν τι τούτων. ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους μετενεγκών.
Kaibel Dialogi Personae
DEMOCRITVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License