DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
80

τῇ δʼ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως· ὅτι εἴμʼ ἀλαζὼν τοῦτʼ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν· ἥδε μὲν γὰρ διαφέρει. ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως· ψίθυρός τʼ ἐκαλοῦ καὶ ψωμοκόλαξ. καὶ Σαννυρίων Ἰοῖ· φθείρεσθʼ ἐπίτριπτοι ψωμοκόλακες. Φιλήμων Ἀνανεουμένῃ· ψωμοκόλαξ δʼ ἔσθʼ οὗτος. Φιλιππίδης δʼ ἐν Ἀνανεώσει· ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δʼ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ τροφή, ὅθεν καὶ βουκόλος καὶ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε τὴν τροφὴν δεχομένη. ψωμοκόλαφον δʼ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως· σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License