DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
8

κἀν τῷ Λέβητι δέ φησιν αὐτὸς ποιητής· οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου .................... ........... τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτʼ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδωκότες τῆς ἀξίας ἀγαπῶσιν τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. καὶ προελθὼν δέ φησιν· οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης· τά τʼ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δʼ ἑστηκότας· εἶτʼ εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
Kaibel Index Scriptorum
ALEXIS
POSIDONIVS

ANTIPHANES
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Alexis
Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License