DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
77

ἀλλὰ μὴν καὶ τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ Φίλιππος. ἱστορεῖ δὲ περὶ ἑκατέρου Θεόπομπος ἐν μὲν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ γράφων οὕτως· Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ μόνον αὐτοὺς τοιαῦτʼ ἔχειν παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν δεινῶν αὐτοῖς οὐ προσῆν τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἳ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἳ δʼ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλʼ ἑταίρας ὑπέλαβεν οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὑτῶν ἐνόμιζον, τὸ δʼ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τοῖς σεμνοτάτοις ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες. οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατʼ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω καρπίζεσθαι γῆν μυρίους τῶν Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους. καὶ περὶ Διονυσίου δὲ τὰ παραπλήσια ἱστορεῖ ἐν τῇ πρώτῃ πρὸς ταῖς εἴκοσι· Διονύσιος Σικελίας τύραννος τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν· ἠβούλετο γὰρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους· οὓς καὶ εὖ περιεῖπε.
Kaibel Index Scriptorum
THEOPOMPVS

EVBVLVS
PHYLARCHVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Theopompus

Phylarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License